“
διδαγμάτων ἥδιστον εἰσηγήσατο ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγῳ. ⟨ν⟩αίει⟨ν⟩ δ᾿ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ᾿ ἵνα μάλιστ᾿ ἂ⟨ν⟩ ἐξέπληξεν ἀνθρώπους ἄγων, ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς καὶ τὰς ὀνήσεις τῷ ταλαιπώρῳ βίῳ, ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν᾿ ἀστραπάς κατεῖδον οὔσας, δεινὰ δὲ κτυπήματα βροντῆς τό τ᾿ ἀστερωπὸν οὐρανοῦ δέμας, Χρόνου καλόν ποίκιλμα, τέκτονος σοφοῦ, ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος ὅ θ᾿ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται.
— EURÍPIDES