“
ἔλεγε θαυμάζειν ὅτι εἰ μὲν ἔφη ὀδόντας ἰᾶσθαι, πάντες ἂν αὐτῷ προσῇσαν οἱ δεόμενοι ὀδόντα ἐξελέσθαι, καὶ νὴ Δία εἰ ὑπέσχετο ὀφθαλμοὺς θεραπεύειν, πάντες ἂν οἱ ὀφθαλμιῶντες αὑτοὺς ἐπεδείκνυον· ὁμοίως δέ, εἰ σπληνὸς ἢ ποδάγρας ἢ κορύζης εἰδέναι φάρμακον· ἐπεὶ δὲ ἔφη παύσειν τοὺς πεισομένους αὐτῷ ἀγνοίας καὶ πονηρίας καὶ ἀκολασίας, οὐδεὶς αὐτῷ προσεῖχεν οὐδὲ ἐκέλευεν ἰᾶσθαι αὑτόν, [. . .] ὡς ἧττον ὑπὸ τούτων ἐνοχλούμενος ἢ χαλεπώτερον ἀνθρώπῳ σπληνὸς ἀνέχεσθαι οἰδοῦντος καὶ διεφθαρμένου ὀδόντος ἢ ψυχῆς ἄφρονος καὶ ἀμαθοῦς καὶ δειλῆς καὶ θρασείας καὶ φιληδόνου καὶ ἀνελευθέρου καὶ ὀργίλης καὶ λυπηρᾶς καὶ πανούργου καὶ πάντα τρόπον διεφθαρμένης.
— DIO CHRYSOSTOM