“
Echoes

Explorar

Feed

Coleção

Entrar

Citação

“
Νὺξ μὲν ἔπειτ᾽ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δ᾽ ἐνὶ πόντῳ ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ᾽ ἐκάλυπτεν· οὐδὲ κυνῶν ὑλακὴ ἔτ᾽ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλ᾽ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ᾽ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος. Πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν. — APOLLONIUS OF RHODES
Ler em
AO
Apollonius of Rhodes


Explorar


Feed


Coleção


Perfil
Guarde o que você achar
Entre para favoritar citações, organizá-las em pastas e continuar de onde parou.

Explorar

Feed

Coleção

Entrar