“
ἀνὴρ ὁ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ᾿ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται· οὐδ᾿ ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο, ἀλλ᾿ ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων, ἔχειν δυνάμενος καὶ κρατεῖν ἀζημίως· οὐδ᾿ ὅς γε ταῦτα πάντα διατηρεῖ μόνον, ἀλλ᾿ ὅστις ἄδολον γνησίαν τ᾿ ἔχων φύσιν εἶναι δίκαιος κοὐ δοκεῖν εἶναι θέλει.
— PHILEMON (POET)