“
Ἔγχει, καὶ πάλιν εἰπέ, πάλιν, πάλιν “Ἡλιοδώρας” εἰπέ, σὺν ἀκρήτῳ τὸ γλυκὺ μίσγ᾽ ὄνομα: καί μοι τὸν βρεχθέντα μύροις καὶ χθιζὸν ἐόντα, μναμόσυνον κείνας ἀμφιτίθει στέφανον. δακρύει φιλέραστον ἰδοὺ ῥόδον, οὕνεκα κείναν ἄλλοθι, κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.
— MELEAGER OF GADARA