“
ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πλείστην δύναμιν πάντων ἔχοντες, τριήρεις, ὁπλίτας, ἱππέας, χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτε εἰς δέον τι κέχρησθε, οὐδὲν δ᾿ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ. καὶ γὰρ ἐκείνων ὁ πληγεὶς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃ τις ἐκεῖσε ἐισὶν αἱ χεῖρες· προβάλλεσθαι δ᾿ ἢ βλέπειν ἐναντίον οὔτ᾿ οἶδεν οὔτ᾿ ἐθέλει.
— DEMOSTHENES