“
Ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός· τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω, τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ᾿ ἀμπέλω, τούτῳ δέσποτα μνοιΐας κέκλημαι.τοὶ δὲ μὴ τολμῶντ᾽ ἔχειν δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός, πάντες γονὺ πεπτηῶτες κυνέοντι δεσπόταν καὶ μέγαν βασιλῆα φωνέοντι.
— HYBRIAS