“
Τὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων, ἔτι ἀφρῷ τε μορμύρουσαν, εὐλεχῆ Κύπριν ἰδὼν Ἀπελλῆς, κάλλος ἱμερώτατον, οὐ γραπτόν, ἀλλ᾽ ἔμψυχον ἐξεμάξατο. εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν, εὖ δ᾽ ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος, καὶ μαζός, ἀκμῆς ἄγγελος, κυδωνιᾷ: αὐτὰ δ᾽ Ἀθάνα καὶ Διὸς συνευνέτις φάσουσιν ‘ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.’
— LEONIDAS OF TARENTUM